<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l><l n="241">ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ</l><l n="242">φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.</l><milestone ed="p" n="243" unit="card"/><l n="243"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης</l><l n="244">χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="245">ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.</l><l n="246">ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη</l><l n="247">ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς</l></div></div></body></text></TEI>