<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="217">ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη</l><l n="218">φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.</l><milestone ed="p" n="219" unit="card"/><l n="219">ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ</l><l n="220">ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,</l><l n="221">ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.</l><l n="222">οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,</l><l n="223">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι</l><l n="224">ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.</l><l n="225">ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ</l><l n="226">δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος</l><l n="227">δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="228">τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,</l><l n="229">τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.</l><l n="230">ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι</l><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l><l n="241">ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ</l><l n="242">φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.</l><milestone ed="p" n="243" unit="card"/><l n="243"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης</l><l n="244">χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="245">ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.</l><l n="246">ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη</l><l n="247">ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="248">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="249">τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν</l><l n="250">Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="251">Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,</l><l n="252">ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·</l><l n="253">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε</l><l n="255">ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν</l><l n="256">ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.</l><l n="257">ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ</l><l n="258">τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·</l><l n="259">χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων</l><l n="260">ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.</l><l n="261">νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·</l><l n="262">οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει</l><l n="263">μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ</l><l n="264">ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,</l><l n="265">ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.</l><l n="266">ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·</l><l n="267">νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα</l><l n="268">ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας</l><l n="269">αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν</l><l n="270">γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν</l><l n="271">ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται</l><l n="272">Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.</l></q></div></div></body></text></TEI>