<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="197">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·</l><l n="198">ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,</l><l n="199">αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο</l><l n="200">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="201">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l></q><l n="202"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="203">αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη</l><l n="204">ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="205">ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων</l><l n="206">χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.</l><l n="207">ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται</l><l n="208">τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,</l><l n="209">οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ</l><l n="210">ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="211">πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ</l><l n="212">γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,</l><l n="213">αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·</l></div></div></body></text></TEI>