εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν, ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·