<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="189">μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι</l><l n="190">πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·</l><l n="191">στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.</l><l n="192">ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,</l><l n="193">εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.</l><l n="194">ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ</l><l n="195">ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="196"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="197">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·</l><l n="198">ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,</l><l n="199">αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο</l><l n="200">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="201">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l></q><l n="202"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="203">αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη</l><l n="204">ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="205">ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων</l><l n="206">χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.</l><l n="207">ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται</l><l n="208">τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,</l><l n="209">οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ</l><l n="210">ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="211">πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ</l><l n="212">γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,</l><l n="213">αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·</l><l n="214">ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·</l><l n="215">στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς</l><l n="216">μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.</l><l n="217">ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη</l><l n="218">φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.</l><milestone ed="p" n="219" unit="card"/><l n="219">ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ</l><l n="220">ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,</l><l n="221">ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.</l><l n="222">οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,</l><l n="223">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι</l><l n="224">ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.</l><l n="225">ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ</l><l n="226">δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος</l><l n="227">δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="228">τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,</l><l n="229">τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.</l><l n="230">ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι</l><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l><l n="241">ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ</l><l n="242">φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.</l><milestone ed="p" n="243" unit="card"/><l n="243"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης</l><l n="244">χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="245">ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.</l><l n="246">ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη</l><l n="247">ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="248">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="249">τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν</l><l n="250">Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="251">Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,</l><l n="252">ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·</l><l n="253">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε</l><l n="255">ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν</l><l n="256">ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.</l><l n="257">ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ</l><l n="258">τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·</l><l n="259">χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων</l><l n="260">ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.</l><l n="261">νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·</l><l n="262">οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει</l><l n="263">μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ</l><l n="264">ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,</l><l n="265">ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.</l><l n="266">ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·</l><l n="267">νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα</l><l n="268">ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας</l><l n="269">αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν</l><l n="270">γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν</l><l n="271">ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται</l><l n="272">Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.</l><l n="273">εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,</l><l n="274">νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι</l><l n="275">ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι</l><l n="276">μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·</l><l n="277">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="278">στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν</l><l n="279">ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.</l><l n="280">ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους</l><l n="281">παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·</l><l n="282">εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,</l><l n="283">οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.</l></q><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="285">Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,</l><l n="286">ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.</l><l n="287">ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;</l><l n="288">πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι</l><l n="289">πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·</l><l n="290">νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,</l><l n="291">πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν</l><l n="292">κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.</l><l n="293">νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="294">κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,</l><l n="295">νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·</l><l n="296">οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.</l><l n="297">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="298">νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l><l n="316">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="317">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου</l><l n="318">πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,</l><l n="319">ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ</l><l n="320">ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,</l><l n="321">πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν</l><l n="322">εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·</l><l n="323">ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·</l><milestone ed="p" n="324" unit="card"/><q><l n="324"><milestone ed="P" unit="para"/>ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l n="325">θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·</l><l n="326">φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν</l><l n="327">Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.</l><l n="328">ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l n="329">ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα</l><l n="331">δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς</l><l n="332">οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.</l><l n="333">νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,</l><l n="334">οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι</l><l n="335">τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·</l><l n="336">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω</l><l n="337">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l><l n="338">τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,</l><l n="339">ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι</l><l n="340">κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,</l><l n="341">τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ</l><l n="342">πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.</l></q><l n="343"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς</l><l n="344">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα</l><l n="345">Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.</l><l n="346">οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="347">ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.</l><l n="348">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="349">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="350">καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,</l><l n="351">ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·</l><l n="352">ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν</l><l n="353">ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.</l><l n="354">παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα</l><l n="355">Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·</l><l n="356">Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="357">ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="358">ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο</l><l n="359">ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.</l><milestone ed="p" n="360" unit="card"/></q><l n="360"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="361">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="362">καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,</l><l n="363">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·</l><l n="364">πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,</l><l n="365">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="366">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,</l><l n="367">οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;</l></q><l n="368"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="369">Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα</l><l n="370">ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι</l><l n="371">χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.</l><l n="372">τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας</l><l n="373">σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν</l><l n="374">ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,</l><l n="375">χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,</l><l n="376">ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα</l><l n="377">ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.</l><l n="378">οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω</l><l n="379">δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.</l><l n="380">ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,</l><l n="381">τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.</l><l n="382">τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος</l><l n="383">καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·</l><l n="384">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="385">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="386">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="387">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l><milestone ed="p" n="388" unit="card"/></q><l n="388"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.</l><l n="389">τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="390">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="391">κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·</l><q><l n="392">Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.</l></q><l n="393">τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="394">ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,</l><l n="395">ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα</l><l n="396">μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε</l><l n="397">κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,</l><l n="398">εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ</l><l n="399">Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.</l><l n="400">τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,</l><l n="401">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους</l><l n="402">ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο</l><l n="403">ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος</l><l n="404">ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,</l><l n="405">ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.</l><l n="406">ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ</l><l n="407">πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.</l><l n="408">ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,</l><l n="409">ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.</l></q><l n="410"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη</l><l n="411">χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="412">φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα</l><l n="413">λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·</l><l n="414">σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ</l><l n="415">αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,</l><l n="416">δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε</l><l n="417">χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι</l><l n="418">χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.</l><l n="419">τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ</l><l n="420">καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.</l><l n="421">αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων</l><l n="422">πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,</l><l n="423">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="424">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="425">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="426">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="427">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><milestone ed="p" n="428" unit="card"/></q><l n="428"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="429">Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,</l><l n="430">τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ</l><l n="431">ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;</l><l n="432">ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν</l><l n="433">Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν</l><l n="434">πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ</l><l n="435">κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·</l><l n="436">υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε</l><l n="437">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="438">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="439">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="440">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="441">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="442">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="443">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="444">κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="445">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.</l><l n="446">ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς</l><l n="447">Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε</l><l n="448">εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες</l><l n="449">Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.</l><l n="450">ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,</l><l n="451">αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,</l><l n="452">πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.</l><l n="453">πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·</l><l n="454">καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων</l><l n="455">πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="456">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="457">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="458">υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν</l><l n="459">καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας</l><l n="460">καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος</l><l n="461">Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.</l><milestone ed="p" n="462" unit="card"/></q><l n="462"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="463">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="464">αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην</l><l n="465">νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,</l><l n="466">ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε</l><l n="467">ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·</l><l n="469">τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.</l><l n="470">φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων</l><l n="471">παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,</l><l n="472">ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,</l><l n="473">ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.</l><l n="474">χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε</l><l n="475">καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα</l><l n="476">θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ</l><l n="477">ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.</l><l n="478"><milestone ed="P" unit="para"/>ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε</l><l n="479">πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν</l><l n="480">τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.</l><l n="481">πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ</l><l n="482">ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.</l><l n="483"><milestone ed="P" unit="para"/>ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,</l><l n="484">ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,</l><l n="485">ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,</l><l n="486">Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος</l><l n="487">Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="488">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="489">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων</l><l n="491">καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,</l><l n="492">νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων</l><l n="493">ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="494">κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="495">αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες</l><l n="496">ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.</l><l n="497">λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος</l><l n="498">ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς</l><l n="499">ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι</l><l n="500">δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·</l><l n="501">ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.</l><l n="502">λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·</l><l n="503">κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες</l><l n="504">εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,</l><l n="505">σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·</l><l n="506">τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.</l><l n="507">κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,</l><l n="508">τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.</l><l n="509"><milestone ed="P" unit="para"/>τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν</l><l n="510">τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="511">ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι</l><l n="512">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·</l><l n="513">οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.</l><l n="514">τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα</l><l n="515">ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·</l><l n="516">οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη</l><l n="517">ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,</l><l n="518">καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ</l><l n="519">ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.</l><l n="520">οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι</l><l n="521">ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,</l><l n="522">ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.</l><l n="523">τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν</l><l n="524">δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.</l><l n="525">οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες</l><l n="526">τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.</l><milestone ed="p" n="527" unit="card"/><l n="527">οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα</l><l n="528">τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ</l><l n="529">ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.</l><l n="530">οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν</l><l n="531">εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων</l><l n="532">βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.</l><l n="533">στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,</l><l n="534">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="535">ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,</l><l n="536">ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,</l><l n="537">ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·</l><l n="538">εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.</l><l n="539">ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,</l><l n="540">νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.</l><l n="541"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν</l><l n="542">εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ</l><l n="543">ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.</l><l n="544">οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,</l><l n="545">τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου</l><l n="546">δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,</l><l n="547">ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.</l><l n="548">ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,</l><l n="549">χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.</l><l n="550"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι</l><l n="551">ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.</l><l n="552">δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,</l><l n="553">ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.</l><l n="554">τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε</l><l n="555">παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες</l><l n="556">ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ</l><l n="557">σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.</l><l n="558">κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,</l><l n="559">βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες</l><l n="560">δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.</l><milestone ed="p" n="561" unit="card"/><l n="561"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν</l><l n="562">καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,</l><l n="563">ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.</l><l n="564">ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε</l><l n="565">κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,</l><l n="566">τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.</l><l n="567">παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες</l><l n="568">πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.</l><l n="569">τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ</l><l n="570">ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε</l><l n="571">λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ</l><l n="572">μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.</l><l n="573"><milestone ed="P" unit="para"/>ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·</l><l n="574">αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,</l><l n="575">μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ</l><l n="576">πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.</l><l n="577">χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι</l><l n="578">τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.</l><l n="579">σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι</l><l n="580">ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς</l><l n="581">ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.</l><l n="582">τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην</l><l n="583">ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες</l><l n="584">αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.</l><l n="585">οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,</l><l n="586">ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.</l><l n="587"><milestone ed="P" unit="para"/>ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις</l><l n="588">ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,</l><l n="589">σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.</l><milestone ed="p" n="590" unit="card"/><l n="590"><milestone ed="P" unit="para"/>ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,</l><l n="591">τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ</l><l n="592">Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.</l><l n="593">ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι</l><l n="594">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.</l><l n="595">τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας</l><l n="596">εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·</l><l n="597">καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας</l><l n="598">εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.</l><l n="599">οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι</l><l n="600">ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν</l><l n="601">ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·</l><l n="602">ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.</l><l n="603">πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος</l><l n="604">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="605">φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς</l></div></div></body></text></TEI>