ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν· Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ. τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε; τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά. ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν, ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε· στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν. ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο. οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ. ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη. τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι. ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα. Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν. ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς, νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ· οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει. νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.