<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="163">ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ</l><l n="164">Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.</l><l n="165">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="166">εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις</l><l n="167">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="168">κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.</l><l n="169">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="170">ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="171">Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ</l><l n="172">ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν</l><l n="173">οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,</l><l n="174">οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="175">Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ</l><l n="176">ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε</l><l n="177">πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.</l><l n="178">ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω</l><l n="179">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·</l></q></div></div></body></text></TEI>