<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l><l n="161">ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται</l><l n="162">ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,</l></div></div></body></text></TEI>