<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l></div></div></body></text></TEI>