τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος. ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο, καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα· ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός, καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·