<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l></q></div></div></body></text></TEI>