<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="105">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="106">ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</l><l n="107">ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο</l><l n="108">καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,</l><l n="109">ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο</l><l n="110">ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·</l><l n="111">ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l></div></div></body></text></TEI>