Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο. ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν· ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον· νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη. αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς