<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l><l n="101">Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.</l><l n="102">εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,</l><l n="103">ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης</l><l n="104">καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν</l><l n="105">Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.</l></q><milestone ed="p" n="106" unit="card"/><l n="106"><milestone ed="P" unit="para"/>εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="107">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l></div></div></body></text></TEI>