ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;