<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="88">ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο</l><l n="89">ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·</l><l n="90">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="91">ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ</l><l n="92">Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,</l><l n="93">μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.</l><l n="94">εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι</l><l n="95">αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·</l><l n="96">Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.</l><l n="97">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l><l n="101">Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.</l></q></div></div></body></text></TEI>