τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.