τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι. οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.