<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="78">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="79">τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς</l><l n="80">Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε</l><l n="81">Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.</l><milestone ed="p" n="82" unit="card"/></q><l n="82"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="83">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·</l><l n="84">πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω</l><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l></div></div></body></text></TEI>