<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="79">μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·</l><l n="80">ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος</l><l n="81">Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων</l><l n="82">ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ</l><l n="83">δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι</l><l n="84">καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="85">ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.</l><l n="86">αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι</l><l n="87">ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.</l><l n="88">νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη</l><l n="89">παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις</l><l n="90">οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε</l><l n="91">ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ</l><l n="92">πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,</l><l n="93">Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.</l></q><l n="94"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="95">ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·</l><l n="96">αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.</l></q><milestone ed="p" n="97" unit="card"/><l n="97"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="98">αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ</l><l n="99">κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης</l><l n="100">ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.</l><l n="101">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,</l><l n="102">οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι</l><l n="103">τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,</l><l n="104">ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,</l><l n="105">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="106">ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</l><l n="107">ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο</l><l n="108">καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,</l><l n="109">ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο</l><l n="110">ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·</l><l n="111">ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l><l n="161">ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται</l><l n="162">ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,</l><l n="163">ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ</l><l n="164">Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.</l><l n="165">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="166">εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις</l><l n="167">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="168">κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.</l></div></div></body></text></TEI>