Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε. τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο; μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε