<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l></div></div></body></text></TEI>