<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l></div></div></body></text></TEI>