<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="737">ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν</l><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l></div></div></body></text></TEI>