βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος. ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο. ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα