<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="697">ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,</l><l n="698">βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ</l><l n="699">Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.</l><l n="700"><milestone ed="P" unit="para"/>τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο</l><l n="701">Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.</l><l n="702">οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς</l><l n="703">τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν</l><l n="704">Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·</l><l n="705">ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,</l><l n="706">αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,</l><l n="707">στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·</l><q><l n="708">κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν</l><l n="709">ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω</l><l n="710">νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·</l><l n="711">οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.</l><l n="712">ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="713">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l></q></div></div></body></text></TEI>