<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="680">πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,</l><l n="681">εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.</l><l n="682">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="683">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="684">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="685">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι</l><l n="686">λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="687">ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα</l><l n="688">γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,</l><l n="689">νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν</l><l n="690">Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.</l><l n="691">ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν</l><l n="692">εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ</l><l n="693">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="694" unit="card"/></q><l n="694"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·</l><l n="695">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε</l><l n="696">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l></div></div></body></text></TEI>