πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.