Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι