<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="663">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="664">ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="665">ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος</l><l n="666">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ</l><l n="667">ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.</l><l n="668">πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·</l><q><l n="669">Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε</l><l n="670">νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο</l><l n="671">μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><l n="672">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,</l><l n="674">πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν</l><l n="675">ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,</l><l n="676">ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ</l><l n="677">θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ</l><l n="678">ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.</l><l n="679">ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ</l></div></div></body></text></TEI>