σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν· Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος. ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο. ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·