ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι· ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη· καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,