<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l><l n="68">ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα</l><l n="69">ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.</l><l n="70">ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο</l><l n="71">Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,</l><l n="72">ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ</l><l n="73">ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·</l><l n="74">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="75">Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων</l><l n="76">ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="77">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="78">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="79">τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς</l><l n="80">Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε</l><l n="81">Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.</l><milestone ed="p" n="82" unit="card"/></q><l n="82"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="83">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·</l><l n="84">πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω</l><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="88">ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο</l><l n="89">ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·</l><l n="90">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="91">ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ</l><l n="92">Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,</l><l n="93">μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.</l><l n="94">εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι</l><l n="95">αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·</l><l n="96">Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.</l><l n="97">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l><l n="101">Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.</l><l n="102">εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,</l><l n="103">ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης</l><l n="104">καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν</l><l n="105">Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.</l></q><milestone ed="p" n="106" unit="card"/><l n="106"><milestone ed="P" unit="para"/>εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="107">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="108">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν</l><l n="109">ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,</l><l n="110">ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται</l><l n="111">ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ</l><l n="112">παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·</l><l n="113">ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.</l><l n="114">στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων</l><l n="115">παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l><l n="116">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="117">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·</l><l n="118">θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·</l><l n="119">βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.</l><q><l n="120">Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος</l><l n="121">σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν</l><l n="122">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l></q><l n="123"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·</l><l n="124">βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.</l><l n="125">Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,</l><l n="126">ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,</l><l n="127">τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.</l><l n="128">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·</l><l n="129">Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,</l><l n="130">ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ</l><l n="131">Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.</l><l n="132">Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας</l><l n="133">ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,</l><l n="134">ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ</l><l n="135">ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,</l><l n="136">πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·</l><l n="137">ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.</l><l n="138">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος</l><l n="139">ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.</l><milestone ed="p" n="140" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="141">Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="142">Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.</l><l n="143">ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.</l><l n="144">φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς</l><l n="145">οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·</l><l n="146">οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν</l><l n="147">εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="148">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="149">πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον</l><l n="150">σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον</l><l n="151">κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="152">ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ</l><l n="153">ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.</l><l n="154">τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν</l><l n="155">οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.</l><l n="156">εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη</l><l n="157">ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης</l><l n="158">ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,</l><l n="159">αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.</l><l n="160">εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="161">ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,</l><l n="162">αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ</l><l n="163">λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·</l><l n="164">τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος</l><l n="165">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.</l><l n="166">ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας</l><l n="167">στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,</l><l n="168">οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.</l></q><l n="169"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="170">Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;</l><l n="171">ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="172">τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·</l><l n="173">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,</l><l n="174">ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.</l><l n="175">οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·</l><l n="176">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,</l><l n="177">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="178">ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.</l><l n="179">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="180">ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,</l><l n="181">ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα</l><l n="182">σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="183"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="184">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,</l><milestone ed="p" n="185" unit="card"/><l n="185">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="186">ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω</l><l n="187">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ</l><l n="189">δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους</l><l n="190">ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,</l><l n="191">οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.</l><l n="192">στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·</l><l n="193">ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν</l><l n="194">Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε</l><l n="195">Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες</l><l n="196">πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε</l><l n="197">γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.</l><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς</l><l n="199">τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,</l><l n="200">κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="201">ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν</l><l n="202">ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις</l><l n="203">ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·</l><l n="204">τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,</l><l n="205">τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων</l><l n="206">εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,</l><l n="207">τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι</l><l n="208">δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.</l></q><milestone ed="p" n="209" unit="card"/><l n="209"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.</l><l n="210">Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης</l><l n="211">δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς</l><l n="212">ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους</l><l n="213">βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι</l><l n="214">τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.</l><l n="215">ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι</l><l n="216">Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε</l><l n="217">Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε</l><l n="218">Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·</l><l n="219">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="220">κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·</l><l n="221">οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων</l><l n="222">ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,</l><l n="223">ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα</l><l n="224">προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.</l><l n="225">τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ</l><l n="226">λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.</l><l n="227">τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω</l><l n="228">ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.</l><l n="229">ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης</l><l n="230">Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,</l><l n="231">ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς</l><l n="232">ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.</l></q><l n="233"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν</l><l n="234">δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="235">νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο</l><l n="236">νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.</l><l n="237">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="238">ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ</l><l n="239">ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.</l><l n="240">οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,</l><l n="241">ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,</l><l n="242">ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,</l><l n="243">καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει</l><l n="244">Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.</l><l n="245">ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.</l><milestone ed="p" n="246" unit="card"/></q><l n="246"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="247">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="248">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="249">οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l><l n="251">λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="252">ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l><l n="253">ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·</l><l n="254">ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ</l><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l><l n="261">ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l><l n="262"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="263">ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l><l n="264">βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι</l><l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l><l n="266">τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l><l n="267">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l><l n="268">φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι</l><l n="269">λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l><l n="270">χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l><l n="271">ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·</l><l n="272">μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι</l><l n="273">Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.</l><milestone ed="p" n="274" unit="card"/><l n="274"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="275">νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν</l><l n="276">Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,</l><l n="277">ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ</l><l n="278">μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν</l><l n="279">Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο</l><l n="280">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="281">ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν</l><l n="282">καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς</l><l n="283">ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·</l><l n="284">ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας</l><l n="285">ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας</l></div></div></body></text></TEI>