πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει. εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν· ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς, ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος. ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι, ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας