<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="635">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="636">χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,</l><l n="637">οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν</l><l n="638">Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους</l><l n="639">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="640">εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα</l><l n="641">Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι</l><l n="642">λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.</l><l n="643">ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·</l><l n="644">ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.</l><l n="645">Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,</l></q></div></div></body></text></TEI>