ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει· ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος. ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,