<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="618">ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.</l><l n="619">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.</l><l n="620">καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι</l><l n="621">κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·</l><q><l n="622">μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·</l><l n="623">γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.</l></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="625">νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.</l><milestone ed="p" n="626" unit="card"/><l n="626"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον</l><l n="627">Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.</l><l n="628">τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l></q></div></div></body></text></TEI>