ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε. καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν. ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας· ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει· ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,