πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο· τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε. καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν. ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·