<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="606">βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·</l><l n="607">ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν</l><l n="608">Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο</l><l n="609">δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·</l><l n="610">αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε</l><l n="611">Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·</l><l n="612">πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας</l><l n="613">ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,</l><l n="614">εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·</l><l n="615">καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,</l><l n="616">αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·</l><l n="617">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας</l><l n="618">ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.</l><l n="619">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.</l><l n="620">καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι</l><l n="621">κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·</l><q><l n="622">μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·</l><l n="623">γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.</l></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="625">νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.</l><milestone ed="p" n="626" unit="card"/><l n="626"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον</l><l n="627">Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.</l><l n="628">τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="635">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="636">χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,</l><l n="637">οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν</l><l n="638">Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους</l><l n="639">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="640">εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα</l><l n="641">Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι</l><l n="642">λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.</l><l n="643">ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·</l><l n="644">ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.</l><l n="645">Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,</l><l n="646">ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·</l><l n="647">ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.</l></q><l n="648"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·</l><l n="649">αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,</l><l n="650">ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·</l><l n="651">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="652">σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι</l><l n="653">ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,</l><l n="654">ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα</l><l n="655">εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><milestone ed="p" n="656" unit="card"/></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="657">βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,</l><l n="658">ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,</l><l n="659">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="660">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="661">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="662">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,</l><l n="663">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="664">ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="665">ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος</l><l n="666">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ</l><l n="667">ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.</l><l n="668">πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·</l><q><l n="669">Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε</l><l n="670">νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο</l><l n="671">μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><l n="672">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,</l><l n="674">πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν</l><l n="675">ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,</l><l n="676">ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ</l><l n="677">θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ</l><l n="678">ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.</l><l n="679">ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ</l><l n="680">πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,</l><l n="681">εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.</l><l n="682">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="683">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="684">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="685">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι</l><l n="686">λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="687">ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα</l><l n="688">γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,</l><l n="689">νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν</l><l n="690">Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.</l><l n="691">ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν</l><l n="692">εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ</l><l n="693">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="694" unit="card"/></q><l n="694"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·</l><l n="695">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε</l><l n="696">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="697">ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,</l><l n="698">βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ</l><l n="699">Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.</l><l n="700"><milestone ed="P" unit="para"/>τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο</l><l n="701">Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.</l><l n="702">οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς</l><l n="703">τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν</l><l n="704">Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·</l><l n="705">ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,</l><l n="706">αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,</l><l n="707">στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·</l><q><l n="708">κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν</l><l n="709">ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω</l><l n="710">νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·</l><l n="711">οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.</l><l n="712">ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="713">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="714">Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.</l></q><l n="715"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="716">πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·</l><l n="717">ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα</l><l n="718">νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε</l><l n="719">νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ</l><l n="720">ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ</l><l n="721">μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.</l></q><l n="722"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο</l><l n="723">ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε</l><l n="724">Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.</l><l n="725">ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ</l><l n="726">βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·</l><l n="727">ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,</l><l n="728">ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,</l><l n="729">ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.</l><l n="730">ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="731">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="732">ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς</l><l n="733">σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη</l><l n="734">πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.</l><milestone ed="p" n="735" unit="card"/><l n="735"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο</l><l n="736">νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν</l><l n="737">ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν</l><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="79">μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·</l><l n="80">ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος</l><l n="81">Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων</l><l n="82">ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ</l><l n="83">δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι</l><l n="84">καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="85">ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.</l><l n="86">αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι</l><l n="87">ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.</l><l n="88">νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη</l><l n="89">παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις</l><l n="90">οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε</l><l n="91">ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ</l><l n="92">πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,</l><l n="93">Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.</l></q><l n="94"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="95">ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·</l><l n="96">αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.</l></q><milestone ed="p" n="97" unit="card"/><l n="97"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="98">αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ</l><l n="99">κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης</l><l n="100">ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.</l><l n="101">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,</l><l n="102">οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι</l><l n="103">τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,</l><l n="104">ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,</l><l n="105">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="106">ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</l><l n="107">ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο</l><l n="108">καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,</l><l n="109">ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο</l><l n="110">ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·</l><l n="111">ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l><l n="161">ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται</l><l n="162">ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,</l><l n="163">ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ</l><l n="164">Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.</l><l n="165">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="166">εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις</l><l n="167">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="168">κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.</l><l n="169">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="170">ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="171">Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ</l><l n="172">ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν</l><l n="173">οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,</l><l n="174">οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="175">Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ</l><l n="176">ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε</l><l n="177">πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.</l><l n="178">ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω</l><l n="179">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·</l><l n="180">σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.</l><milestone ed="p" n="181" unit="card"/></q><l n="181"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="182">Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;</l></q><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="184">Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·</l><l n="185">οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος</l><l n="186">ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.</l></q><l n="187"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="188">πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·</l><l n="189">μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι</l><l n="190">πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·</l><l n="191">στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.</l><l n="192">ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,</l><l n="193">εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.</l><l n="194">ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ</l><l n="195">ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="196"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="197">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·</l><l n="198">ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,</l><l n="199">αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο</l><l n="200">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="201">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l></q><l n="202"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="203">αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη</l><l n="204">ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="205">ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων</l><l n="206">χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.</l><l n="207">ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται</l><l n="208">τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,</l><l n="209">οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ</l><l n="210">ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="211">πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ</l><l n="212">γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,</l><l n="213">αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·</l><l n="214">ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·</l><l n="215">στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς</l><l n="216">μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.</l><l n="217">ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη</l><l n="218">φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.</l><milestone ed="p" n="219" unit="card"/><l n="219">ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ</l><l n="220">ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,</l><l n="221">ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.</l><l n="222">οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,</l><l n="223">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι</l><l n="224">ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.</l><l n="225">ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ</l><l n="226">δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος</l><l n="227">δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="228">τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,</l><l n="229">τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.</l><l n="230">ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι</l><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l></div></div></body></text></TEI>