<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="6">ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.</l><l n="7">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="8">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.</l><l n="9">οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε</l><l n="10">Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="11">ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·</l><q><l n="12">Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν</l><l n="13">χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·</l><l n="14">οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="15">Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·</l><l n="16">τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,</l><l n="17">μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.</l></q><l n="18"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="19">Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.</l><l n="20">οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος</l><l n="21">οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος</l><l n="22">θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,</l><l n="23">ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.</l><l n="24">οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο</l><l n="25">ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε</l><l n="26">καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν</l><l n="27">ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα</l><l n="28">εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.</l><l n="29">ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα</l><l n="30">στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="31">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο</l><l n="32">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><l n="33"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="34">νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις</l><l n="35">γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,</l><l n="36">χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,</l><l n="37">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.</l><l n="38">ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην</l><l n="39">εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας</l><l n="40">Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.</l><l n="41">ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται</l><l n="42">οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.</l><milestone ed="p" n="44" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="44">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="45">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ</l><l n="46">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><l n="47">ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα</l><l n="48">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="49">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,</l><l n="50">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="51">αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι</l><l n="52">πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</l><l n="53">οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης</l><l n="54">χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,</l><l n="55">καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι</l><l n="56">παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·</l><l n="57">ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ</l><l n="58">βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·</l><l n="59">τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον</l><l n="60">Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.</l><l n="61"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς</l><l n="62">βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·</l><l n="63">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l><l n="68">ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα</l><l n="69">ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.</l><l n="70">ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο</l><l n="71">Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,</l><l n="72">ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ</l><l n="73">ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·</l><l n="74">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="75">Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων</l><l n="76">ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="77">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="78">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="79">τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς</l><l n="80">Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε</l><l n="81">Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.</l><milestone ed="p" n="82" unit="card"/></q><l n="82"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="83">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·</l><l n="84">πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω</l><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="88">ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο</l><l n="89">ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·</l><l n="90">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="91">ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ</l><l n="92">Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,</l><l n="93">μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.</l><l n="94">εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι</l><l n="95">αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·</l><l n="96">Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.</l><l n="97">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l></q></div></div></body></text></TEI>