ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν; οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε, νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς. πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών. Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν· αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ· πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο· τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας