<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="58">βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·</l><l n="59">τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον</l><l n="60">Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.</l><l n="61"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς</l><l n="62">βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·</l><l n="63">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l><l n="68">ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα</l><l n="69">ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.</l><l n="70">ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο</l><l n="71">Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,</l><l n="72">ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ</l><l n="73">ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·</l><l n="74">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="75">Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων</l><l n="76">ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ</l><l n="77">ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι</l><l n="78">ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.</l><l n="79">τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς</l><l n="80">Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε</l><l n="81">Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.</l><milestone ed="p" n="82" unit="card"/></q><l n="82"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="83">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·</l><l n="84">πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω</l><l n="85">τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ</l><l n="86">κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.</l><l n="87">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="88">ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο</l><l n="89">ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·</l><l n="90">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="91">ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ</l><l n="92">Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,</l><l n="93">μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.</l><l n="94">εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι</l><l n="95">αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·</l><l n="96">Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.</l><l n="97">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="98">ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι</l><l n="99">ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.</l><l n="100">τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται</l><l n="101">Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.</l><l n="102">εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,</l><l n="103">ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης</l><l n="104">καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν</l><l n="105">Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.</l></q><milestone ed="p" n="106" unit="card"/><l n="106"><milestone ed="P" unit="para"/>εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="107">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="108">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν</l><l n="109">ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,</l><l n="110">ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται</l><l n="111">ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ</l><l n="112">παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·</l><l n="113">ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.</l><l n="114">στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων</l><l n="115">παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l><l n="116">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="117">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·</l><l n="118">θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·</l><l n="119">βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.</l><q><l n="120">Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος</l><l n="121">σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν</l><l n="122">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l></q><l n="123"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·</l><l n="124">βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.</l><l n="125">Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,</l><l n="126">ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,</l><l n="127">τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.</l><l n="128">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·</l><l n="129">Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,</l><l n="130">ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ</l><l n="131">Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.</l><l n="132">Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας</l><l n="133">ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,</l><l n="134">ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ</l><l n="135">ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,</l><l n="136">πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·</l><l n="137">ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.</l><l n="138">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος</l><l n="139">ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.</l><milestone ed="p" n="140" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="141">Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="142">Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.</l><l n="143">ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.</l><l n="144">φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς</l><l n="145">οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·</l><l n="146">οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν</l><l n="147">εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l></q></div></div></body></text></TEI>