<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="578">τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος</l><l n="579">ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="580">δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος</l><l n="581">νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.</l><l n="582"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων</l><l n="583">Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων</l><l n="584">ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·</l><l n="585">τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="586">Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;</l><l n="587">οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε</l><l n="588">μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας</l><l n="589">νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον</l><l n="590">ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.</l></q><l n="591"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,</l><l n="592">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="593">καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="594">μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,</l></div></div></body></text></TEI>