ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου· τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων