ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν· τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου· τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων