<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="550">ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,</l><l n="551">ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν</l><l n="552">δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.</l><l n="553">πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα</l><l n="554">ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·</l><l n="555">εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·</l><q><l n="556">σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος</l><l n="557">ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον</l><l n="558">τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.</l><l n="559">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="561">Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη</l><l n="562">δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·</l><l n="563">τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν</l><l n="564">Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.</l><l n="565">ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει</l><l n="566">χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.</l></q></div></div></body></text></TEI>