<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="527">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="528">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="529">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="530">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην</l><l n="531">εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,</l><l n="532">οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·</l><l n="533">τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις</l><l n="534">Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,</l><l n="535">Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ</l><l n="536">κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="537">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="538">ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος</l><l n="539">κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.</l></q><l n="540"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα</l><l n="541">θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="542">αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.</l><milestone ed="p" n="543" unit="card"/><l n="543"><milestone ed="P" unit="para"/>ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη</l></div></div></body></text></TEI>