<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="510">ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,</l><l n="511">νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·</l><l n="512">τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα</l><l n="513">Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.</l><l n="514">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="515">ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.</l></q><milestone ed="p" n="516" unit="card"/><l n="516"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="517">καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="518">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="519">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.</l><l n="520">ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ</l><l n="521">κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο</l><l n="522">ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,</l><l n="523">ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος</l><l n="524">νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.</l><l n="525">Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="526">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l></div></div></body></text></TEI>