ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα. Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·